Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.155 Dem. 20.158 (English) >>Dem. 20.161

20.157αἰσχρός, ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων νόμος, καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονικίᾳ καὶτὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισιν προσέοιχʼ γράφων χρῆσθαι. ὑμῖν δʼ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδʼ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστʼ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστʼ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος βουλὴ φύλαξ ἐν Ἀρείῳ πάγῳ τέτακται. 20.158ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον; 20.159μηδαμῶς, ἄνδρες Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται· ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν, παρʼ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης περὶ ἧς εἶπε Φορμίων, ἐν γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστʼ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.155 Dem. 20.158 (English) >>Dem. 20.161

Powered by PhiloLogic